Parallel

Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.

1
GRK τῇ ἐλευθερίᾳ οὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν· στήκετε καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
KJV Stand fast therefore in the liberty wherewith Christ hath made us free, and be not entangled again with the yoke of bondage.
2
GRK Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει·
KJV Behold, I Paul say unto you, that if ye be circumcised, Christ shall profit you nothing.
3
GRK μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.
KJV For I testify again to every man that is circumcised, that he is a debtor to do the whole law.
4
GRK κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.
KJV Christ is become of no effect unto you, whosoever of you are justified by the law; ye are fallen from grace.
5
GRK ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.
KJV For we through the Spirit wait for the hope of righteousness by faith.
6
GRK ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη.
KJV For in Jesus Christ neither circumcision availeth any thing, nor uncircumcision; but faith which worketh by love.
7
GRK ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἀνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι;
KJV Ye did run well; who did hinder you that ye should not obey the truth?
8
GRK ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.
KJV This persuasion cometh not of him that calleth you.
9
GRK μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
KJV A little leaven leaveneth the whole lump.
10
GRK ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα ὅστις ἂν ᾖ.
KJV I have confidence in you through the Lord, that ye will be none otherwise minded: but he that troubleth you shall bear his judgment, whosoever he be.
11
GRK Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.
KJV And I, brethren, if I yet preach circumcision, why do I yet suffer persecution? then is the offence of the cross ceased.
12
GRK ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
KJV I would they were even cut off which trouble you.
13
GRK ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.
KJV For, brethren, ye have been called unto liberty; only use not liberty for an occasion to the flesh, but by love serve one another.
14
GRK ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν
KJV For all the law is fulfilled in one word, even in this; Thou shalt love thy neighbour as thyself.
15
GRK εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπό ἀλλήλων ἀναλωθῆτε.
KJV But if ye bite and devour one another, take heed that ye be not consumed one of another.
16
GRK Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.
KJV This I say then, Walk in the Spirit, and ye shall not fulfil the lust of the flesh.
17
GRK ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκειται, ἀλλήλοις ἵνα μὴ ἃ ἂν θέλητε, ταῦτα ποιῆτε.
KJV For the flesh lusteth against the Spirit, and the Spirit against the flesh: and these are contrary the one to the other: so that ye cannot do the things that ye would.
18
GRK εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.
KJV But if ye be led of the Spirit, ye are not under the law.
19
GRK φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκὸς ἅτινά ἐστιν μοιχεία πορνεία, ἀκαθαρσία, ἀσέλγεια,
KJV Now the works of the flesh are manifest, which are these; Adultery, fornication, uncleanness, lasciviousness,
20
GRK εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἐρεῖς, ζῆλοι θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,
KJV Idolatry, witchcraft, hatred, variance, emulations, wrath, strife, seditions, heresies,
21
GRK φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις· ἃ προλέγω ὑμῖν καθὼς καὶ προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.
KJV Envyings, murders, drunkenness, revellings, and such like: of the which I tell you before, as I have also told you in time past, that they which do such things shall not inherit the kingdom of God.
22
GRK ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,
KJV But the fruit of the Spirit is love, joy, peace, longsuffering, gentleness, goodness, faith,
23
GRK πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος.
KJV Meekness, temperance: against such there is no law.
24
GRK οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.
KJV And they that are Christ’s have crucified the flesh with the affections and lusts.
25
GRK εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.
KJV If we live in the Spirit, let us also walk in the Spirit.
26
GRK μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.
KJV Let us not be desirous of vain glory, provoking one another, envying one another.