Parallel

Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.

1
GRK Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.
KJV After these things Jesus walked in Galilee: for he would not walk in Jewry, because the Jews sought to kill him.
2
GRK ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία.
KJV Now the Jews’ feast of tabernacles was at hand.
3
GRK εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσιν τὰ ἔργα σοῦ ἃ ποιεῖς·
KJV His brethren therefore said unto him, Depart hence, and go into Judæa, that thy disciples also may see the works that thou doest.
4
GRK οὐδεὶς γάρ ἐν κρυπτῷ τι ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
KJV For there is no man that doeth any thing in secret, and he himself seeketh to be known openly. If thou do these things, shew thyself to the world.
5
GRK οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.
KJV For neither did his brethren believe in him.
6
GRK Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.
KJV Then Jesus said unto them, My time is not yet come: but your time is alway ready.
7
GRK οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.
KJV The world cannot hate you; but me it hateth, because I testify of it, that the works thereof are evil.
8
GRK ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν ταύτην· ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται.
KJV Go ye up unto this feast: I go not up yet unto this feast; for my time is not yet full come.
9
GRK ταῦτα δὲ εἰπὼν αὐτοῖς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
KJV When he had said these words unto them, he abode still in Galilee.
10
GRK Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς ἀλλ᾽ ὡς ἐν κρυπτῷ.
KJV But when his brethren were gone up, then went he also up unto the feast, not openly, but as it were in secret.
11
GRK οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· ποῦ ἐστιν ἐκεῖνος;
KJV Then the Jews sought him at the feast, and said, Where is he?
12
GRK καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις. οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν, ἄλλοι δὲ ἔλεγον· οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.
KJV And there was much murmuring among the people concerning him: for some said, He is a good man: others said, Nay; but he deceiveth the people.
13
GRK οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
KJV Howbeit no man spake openly of him for fear of the Jews.
14
GRK Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν.
KJV Now about the midst of the feast Jesus went up into the temple, and taught.
15
GRK καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες· πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς;
KJV And the Jews marvelled, saying, How knoweth this man letters, having never learned?
16
GRK Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με·
KJV Jesus answered them, and said, My doctrine is not mine, but his that sent me.
17
GRK ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ.
KJV If any man will do his will, he shall know of the doctrine, whether it be of God, or whether I speak of myself.
18
GRK ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
KJV He that speaketh of himself seeketh his own glory: but he that seeketh his glory that sent him, the same is true, and no unrighteousness is in him.
19
GRK οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον· τί με ζητεῖτε ἀποκτεῖναι;
KJV Did not Moses give you the law, and yet none of you keepeth the law? Why go ye about to kill me?
20
GRK ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπεν· δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;
KJV The people answered and said, Thou hast a devil: who goeth about to kill thee?
21
GRK Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε.
KJV Jesus answered and said unto them, I have done one work, and ye all marvel.
22
GRK διὰ τοῦτο Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν, οὐχ ὅτι ἐκ τοῦ Μωσέως ἐστὶν ἀλλ᾽ ἐκ τῶν πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.
KJV Moses therefore gave unto you circumcision; (not because it is of Moses, but of the fathers;) and ye on the sabbath day circumcise a man.
23
GRK εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;
KJV If a man on the sabbath day receive circumcision, that the law of Moses should not be broken; are ye angry at me, because I have made a man every whit whole on the sabbath day?
24
GRK μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε
KJV Judge not according to the appearance, but judge righteous judgment.
25
GRK ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;
KJV Then said some of them of Jerusalem, Is not this he, whom they seek to kill?
26
GRK καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ χριστός;
KJV But, lo, he speaketh boldly, and they say nothing unto him. Do the rulers know indeed that this is the very Christ?
27
GRK ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.
KJV Howbeit we know this man whence he is: but when Christ cometh, no man knoweth whence he is.
28
GRK Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με ὃν ὑμεῖς οὐκ οἴδατε·
KJV Then cried Jesus in the temple as he taught, saying, Ye both know me, and ye know whence I am: and I am not come of myself, but he that sent me is true, whom ye know not.
29
GRK ἐγὼ δὲ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν.
KJV But I know him: for I am from him, and he hath sent me.
30
GRK ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
KJV Then they sought to take him: but no man laid hands on him, because his hour was not yet come.
31
GRK πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτὸν καὶ ἔλεγον ὅτι· ὁ χριστὸς ὅταν ἔλθῃ, μήτι πλείονα σημεῖα τούτων ποιήσει ὧν οὗτος ἐποίησεν;
KJV And many of the people believed on him, and said, When Christ cometh, will he do more miracles than these which this man hath done?
32
GRK ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν.
KJV ¶ The Pharisees heard that the people murmured such things concerning him; and the Pharisees and the chief priests sent officers to take him.
33
GRK Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἔτι μικρὸν χρόνον μεθ᾽ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
KJV Then said Jesus unto them, Yet a little while am I with you, and then I go unto him that sent me.
34
GRK ζητήσετέ με καὶ οὐχ εὑρήσετέ καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
KJV Ye shall seek me, and shall not find me: and where I am, thither ye cannot come.
35
GRK εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας;
KJV Then said the Jews among themselves, Whither will he go, that we shall not find him? will he go unto the dispersed among the Gentiles, and teach the Gentiles?
36
GRK τίς ἐστιν οὗτος ὁ λόγος ὃν εἶπεν· ζητήσετέ με καὶ οὐχ εὑρήσετέ καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
KJV What manner of saying is this that he said, Ye shall seek me, and shall not find me: and where I am, thither ye cannot come?
37
GRK Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.
KJV In the last day, that great day of the feast, Jesus stood and cried, saying, If any man thirst, let him come unto me, and drink.
38
GRK ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
KJV He that believeth on me, as the scripture hath said, out of his belly shall flow rivers of living water.
39
GRK τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα ἅγιον ὅτι ὃ Ἰησοῦς οὐδέπω ἐδοξάσθη.
KJV (But this spake he of the Spirit, which they that believe on him should receive: for the Holy Ghost was not yet given; because that Jesus was not yet glorified.)
40
GRK Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης.
KJV Many of the people therefore, when they heard this saying, said, Of a truth this is the Prophet.
41
GRK ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ χριστός· Ἄλλοι δὲ ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται;
KJV Others said, This is the Christ. But some said, Shall Christ come out of Galilee?
42
GRK Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαβίδ καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαβίδ ὁ χριστός; ἔρχεται
KJV Hath not the scripture said, That Christ cometh of the seed of David, and out of the town of Bethlehem, where David was?
43
GRK Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾽ αὐτόν.
KJV So there was a division among the people because of him.
44
GRK τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὰς χεῖρας.
KJV And some of them would have taken him; but no man laid hands on him.
45
GRK Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διὰ τί οὐκ ἠγάγετε αὐτόν;
KJV Then came the officers to the chief priests and Pharisees; and they said unto them, Why have ye not brought him?
46
GRK ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος ὡς οὗτος ὁ ἄνθρωπος.
KJV The officers answered, Never man spake like this man.
47
GRK ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε;
KJV Then answered them the Pharisees, Are ye also deceived?
48
GRK μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;
KJV Have any of the rulers or of the Pharisees believed on him?
49
GRK ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσιν.
KJV But this people who knoweth not the law are cursed.
50
GRK λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτὸν εἷς ὢν ἐξ αὐτῶν·
KJV Nicodemus saith unto them, (he that came to Jesus by night, being one of them,)
51
GRK μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ παρ᾽ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ;
KJV Doth our law judge any man, before it hear him, and know what he doeth?
52
GRK ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγηγέρται
KJV They answered and said unto him, Art thou also of Galilee? Search, and look: for out of Galilee ariseth no prophet.
53
GRK [[Καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ,
KJV And every man went unto his own house.