Parallel

Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.

1
GRK Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
KJV And as Jesus passed by, he saw a man which was blind from his birth.
2
GRK καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
KJV And his disciples asked him, saying, Master, who did sin, this man, or his parents, that he was born blind?
3
GRK Ἀπεκρίθη ὁ Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ.
KJV Jesus answered, Neither hath this man sinned, nor his parents: but that the works of God should be made manifest in him.
4
GRK Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νύξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
KJV I must work the works of him that sent me, while it is day: the night cometh, when no man can work.
5
GRK ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.
KJV As long as I am in the world, I am the light of the world.
6
GRK ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος καὶ ἐπέχρισεν τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ
KJV When he had thus spoken, he spat on the ground, and made clay of the spittle, and he anointed the eyes of the blind man with the clay,
7
GRK καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο καὶ ἦλθεν βλέπων.
KJV And said unto him, Go, wash in the pool of Siloam, (which is by interpretation, Sent.) He went his way therefore, and washed, and came seeing.
8
GRK Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;
KJV ¶ The neighbours therefore, and they which before had seen him that he was blind, said, Is not this he that sat and begged?
9
GRK ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν, ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι.
KJV Some said, This is he: others said, He is like him: but he said, I am he.
10
GRK ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί;
KJV Therefore said they unto him, How were thine eyes opened?
11
GRK ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι. ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα.
KJV He answered and said, A man that is called Jesus made clay, and anointed mine eyes, and said unto me, Go to the pool of Siloam, and wash: and I went and washed, and I received sight.
12
GRK εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα.
KJV Then said they unto him, Where is he? He said, I know not.
13
GRK Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν·
KJV ¶ They brought to the Pharisees him that aforetime was blind.
14
GRK ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
KJV And it was the sabbath day when Jesus made the clay, and opened his eyes.
15
GRK πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέν ἐπὶ τοὺς ὀφθαλμοὺς μου καὶ ἐνιψάμην καὶ βλέπω.
KJV Then again the Pharisees also asked him how he had received his sight. He said unto them, He put clay upon mine eyes, and I washed, and do see.
16
GRK ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὗτος ὁ ἄνθρωπος, οὐκ ἔστιν παρὰ τοῦ θεοῦ ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
KJV Therefore said some of the Pharisees, This man is not of God, because he keepeth not the sabbath day. Others said, How can a man that is a sinner do such miracles? And there was a division among them.
17
GRK λέγουσιν τῷ τυφλῷ πάλιν· σὺ τί λέγεις περὶ αὐτοῦ ὅτι ἤνοιξεν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν.
KJV They say unto the blind man again, What sayest thou of him, that he hath opened thine eyes? He said, He is a prophet.
18
GRK οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος,
KJV But the Jews did not believe concerning him, that he had been blind, and received his sight, until they called the parents of him that had received his sight.
19
GRK καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι; βλέπει
KJV And they asked them, saying, Is this your son, who ye say was born blind? how then doth he now see?
20
GRK ἀπεκρίθησαν αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη·
KJV His parents answered them and said, We know that this is our son, and that he was born blind:
21
GRK πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει· αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ αὐτοῦ λαλήσει.
KJV But by what means he now seeth, we know not; or who hath opened his eyes, we know not: he is of age; ask him: he shall speak for himself.
22
GRK Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται.
KJV These words spake his parents, because they feared the Jews: for the Jews had agreed already, that if any man did confess that he was Christ, he should be put out of the synagogue.
23
GRK διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε
KJV Therefore said his parents, He is of age; ask him.
24
GRK Ἐφώνησαν οὖν ἐκ δευτέρου, τὸν ἄνθρωπον ὃς ἦν τυφλὸς καὶ εἶπον αὐτῷ· δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.
KJV Then again called they the man that was blind, and said unto him, Give God the praise: we know that this man is a sinner.
25
GRK Ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.
KJV He answered and said, Whether he be a sinner or no, I know not: one thing I know, that, whereas I was blind, now I see.
26
GRK εἶπον δὲ αὐτῷ πάλιν· τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς;
KJV Then said they to him again, What did he to thee? how opened he thine eyes?
27
GRK Ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
KJV He answered them, I have told you already, and ye did not hear: wherefore would ye hear it again? will ye also be his disciples?
28
GRK ἐλοιδόρησαν οὖν αὐτὸν καὶ εἶπον· σὺ εἶ μαθητὴς ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωσέως ἐσμὲν μαθηταί.
KJV Then they reviled him, and said, Thou art his disciple; but we are Moses’ disciples.
29
GRK ἡμεῖς οἴδαμεν ὅτι Μωσῃ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
KJV We know that God spake unto Moses: as for this fellow, we know not from whence he is.
30
GRK ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἀνέῳξεν μου τοὺς ὀφθαλμούς.
KJV The man answered and said unto them, Why herein is a marvellous thing, that ye know not from whence he is, and yet he hath opened mine eyes.
31
GRK οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, ἀλλ᾽ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.
KJV Now we know that God heareth not sinners: but if any man be a worshipper of God, and doeth his will, him he heareth.
32
GRK ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.
KJV Since the world began was it not heard that any man opened the eyes of one that was born blind.
33
GRK εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
KJV If this man were not of God, he could do nothing.
34
GRK ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
KJV They answered and said unto him, Thou wast altogether born in sins, and dost thou teach us? And they cast him out.
35
GRK ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ θεοῦ
KJV Jesus heard that they had cast him out; and when he had found him, he said unto him, Dost thou believe on the Son of God?
36
GRK ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
KJV He answered and said, Who is he, Lord, that I might believe on him?
37
GRK εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
KJV And Jesus said unto him, Thou hast both seen him, and it is he that talketh with thee.
38
GRK ὁ δὲ ἔφη· πιστεύω, κύριε, καὶ προσεκύνησεν αὐτῷ.
KJV And he said, Lord, I believe. And he worshipped him.
39
GRK καὶ εἶπεν ὁ Ἰησοῦς· εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
KJV And Jesus said, For judgment I am come into this world, that they which see not might see; and that they which see might be made blind.
40
GRK Καὶ ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες μετ᾽ αὐτοῦ καὶ εἶπον αὐτῷ· μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;
KJV And some of the Pharisees which were with him heard these words, and said unto him, Are we blind also?
41
GRK εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν. νῦν δὲ λέγετε ὅτι βλέπομεν, ἡ οὖν ἁμαρτία ὑμῶν μένει.
KJV Jesus said unto them, If ye were blind, ye should have no sin: but now ye say, We see; therefore your sin remaineth.