Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.
GRK
Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα καί τινές σὺν αὐταῖς.
KJV
Now upon the first day of the week, very early in the morning, they came unto the sepulchre, bringing the spices which they had prepared, and certain others with them.
GRK
εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου.
KJV
And they found the stone rolled away from the sepulchre.
GRK
Καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ κυρίου Ἰησοῦ.
KJV
And they entered in, and found not the body of the Lord Jesus.
GRK
Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις
KJV
And it came to pass, as they were much perplexed thereabout, behold, two men stood by them in shining garments:
GRK
ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
KJV
And as they were afraid, and bowed down their faces to the earth, they said unto them, Why seek ye the living among the dead?
GRK
οὐκ ἔστιν ὧδε ἀλλ᾽ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ
KJV
He is not here, but is risen: remember how he spake unto you when he was yet in Galilee,
GRK
λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
KJV
Saying, The Son of man must be delivered into the hands of sinful men, and be crucified, and the third day rise again.
GRK
καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ,
KJV
And they remembered his words,
GRK
καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς.
KJV
And returned from the sepulchre, and told all these things unto the eleven, and to all the rest.
GRK
ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα,
KJV
It was Mary Magdalene, and Joanna, and Mary the mother of James, and other women that were with them, which told these things unto the apostles.
GRK
καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν καὶ ἠπίστουν αὐταῖς.
KJV
And their words seemed to them as idle tales, and they believed them not.
GRK
Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα καὶ ἀπῆλθεν πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός.
KJV
Then arose Peter, and ran unto the sepulchre; and stooping down, he beheld the linen clothes laid by themselves, and departed, wondering in himself at that which was come to pass.
GRK
Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλὴμ ᾗ ὄνομα Ἐμμαοῦς.
KJV
¶ And, behold, two of them went that same day to a village called Emmaus, which was from Jerusalem about threescore furlongs.
GRK
καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων.
KJV
And they talked together of all these things which had happened.
GRK
καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς.
KJV
And it came to pass, that, while they communed together and reasoned, Jesus himself drew near, and went with them.
GRK
οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.
KJV
But their eyes were holden that they should not know him.
GRK
εἶπεν δὲ πρὸς αὐτούς· τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ ἐστε σκυθρωποί.
KJV
And he said unto them, What manner of communications are these that ye have one to another, as ye walk, and are sad?
GRK
ἀποκριθεὶς δὲ ὁ εἷς ᾧ ὄνομα Κλεοπᾶς εἶπεν πρὸς αὐτόν· σὺ μόνος παροικεῖς ἐν Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;
KJV
And the one of them, whose name was Cleopas, answering said unto him, Art thou only a stranger in Jerusalem, and hast not known the things which are come to pass there in these days?
GRK
καὶ εἶπεν αὐτοῖς· ποῖα; οἱ δὲ εἶπον αὐτῷ· τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ,
KJV
And he said unto them, What things? And they said unto him, Concerning Jesus of Nazareth, which was a prophet mighty in deed and word before God and all the people:
GRK
ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν.
KJV
And how the chief priests and our rulers delivered him to be condemned to death, and have crucified him.
GRK
ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. ἀλλά γε σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾽ οὗ ταῦτα ἐγένετο.
KJV
But we trusted that it had been he which should have redeemed Israel: and beside all this, to day is the third day since these things were done.
GRK
ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον,
KJV
Yea, and certain women also of our company made us astonished, which were early at the sepulchre;
GRK
καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι οἳ λέγουσιν αὐτὸν ζῆν.
KJV
And when they found not his body, they came, saying, that they had also seen a vision of angels, which said that he was alive.
GRK
καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον καὶ εὗρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.
KJV
And certain of them which were with us went to the sepulchre, and found it even so as the women had said: but him they saw not.
GRK
Καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς· ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται·
KJV
Then he said unto them, O fools, and slow of heart to believe all that the prophets have spoken:
GRK
οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;
KJV
Ought not Christ to have suffered these things, and to enter into his glory?
GRK
καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ.
KJV
And beginning at Moses and all the prophets, he expounded unto them in all the scriptures the things concerning himself.
GRK
καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι.
KJV
And they drew nigh unto the village, whither they went: and he made as though he would have gone further.
GRK
καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· μεῖνον μεθ᾽ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἡ ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς.
KJV
But they constrained him, saying, Abide with us: for it is toward evening, and the day is far spent. And he went in to tarry with them.
GRK
καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς.
KJV
And it came to pass, as he sat at meat with them, he took bread, and blessed it, and brake, and gave to them.
GRK
αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν.
KJV
And their eyes were opened, and they knew him; and he vanished out of their sight.
GRK
καὶ εἶπον πρὸς ἀλλήλους· οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;
KJV
And they said one to another, Did not our heart burn within us, while he talked with us by the way, and while he opened to us the scriptures?
GRK
Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς
KJV
And they rose up the same hour, and returned to Jerusalem, and found the eleven gathered together, and them that were with them,
GRK
λέγοντας ὅτι ἠγέρθη ὁ κύριος ὄντως καὶ ὤφθη Σίμωνι.
KJV
Saying, The Lord is risen indeed, and hath appeared to Simon.
GRK
καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
KJV
And they told what things were done in the way, and how he was known of them in breaking of bread.
GRK
Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν.
KJV
¶ And as they thus spake, Jesus himself stood in the midst of them, and saith unto them, Peace be unto you.
GRK
πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν.
KJV
But they were terrified and affrighted, and supposed that they had seen a spirit.
GRK
καὶ εἶπεν αὐτοῖς· τί τεταραγμένοι ἐστὲ καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν;
KJV
And he said unto them, Why are ye troubled? and why do thoughts arise in your hearts?
GRK
ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι αὐτός· ἐγώ εἰμι ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.
KJV
Behold my hands and my feet, that it is I myself: handle me, and see; for a spirit hath not flesh and bones, as ye see me have.
GRK
καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.
KJV
And when he had thus spoken, he shewed them his hands and his feet.
GRK
ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε;
KJV
And while they yet believed not for joy, and wondered, he said unto them, Have ye here any meat?
GRK
οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου.
KJV
And they gave him a piece of a broiled fish, and of an honeycomb.
GRK
καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
KJV
And he took it, and did eat before them.
GRK
Εἶπεν δὲ αὐτοῖς οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.
KJV
And he said unto them, These are the words which I spake unto you, while I was yet with you, that all things must be fulfilled, which were written in the law of Moses, and in the prophets, and in the psalms, concerning me.
GRK
τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφὰς
KJV
Then opened he their understanding, that they might understand the scriptures,
GRK
καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ
KJV
And said unto them, Thus it is written, and thus it behoved Christ to suffer, and to rise from the dead the third day:
GRK
καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη ἀρξάμενον ἀπὸ Ἰερουσαλήμ.
KJV
And that repentance and remission of sins should be preached in his name among all nations, beginning at Jerusalem.
GRK
ὑμεῖς δέ ἐστε μάρτυρες τούτων,
KJV
And ye are witnesses of these things.
GRK
καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς. ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ ἕως οὗ ἐνδύσησθε δύναμιν. ἐξ ὕψους
KJV
¶ And, behold, I send the promise of my Father upon you: but tarry ye in the city of Jerusalem, until ye be endued with power from on high.
GRK
Ἐξήγαγεν δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.
KJV
¶ And he led them out as far as to Bethany, and he lifted up his hands, and blessed them.
GRK
καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾽ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν.
KJV
And it came to pass, while he blessed them, he was parted from them, and carried up into heaven.
GRK
καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης
KJV
And they worshipped him, and returned to Jerusalem with great joy:
GRK
καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν θεόν. ἀμήν
KJV
And were continually in the temple, praising and blessing God. Amen.