Parallel

Tap a Greek word for its lexicon entry; tap a KJV word to light up the word behind it.

1
GRK Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοί,
KJV If there be therefore any consolation in Christ, if any comfort of love, if any fellowship of the Spirit, if any bowels and mercies,
2
GRK πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες,
KJV Fulfil ye my joy, that ye be likeminded, having the same love, being of one accord, of one mind.
3
GRK μηδὲν κατὰ ἐριθείαν ἢ κενοδοξίαν ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν·
KJV Let nothing be done through strife or vainglory; but in lowliness of mind let each esteem other better than themselves.
4
GRK μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος
KJV Look not every man on his own things, but every man also on the things of others.
5
GRK τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ,
KJV Let this mind be in you, which was also in Christ Jesus:
6
GRK ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ,
KJV Who, being in the form of God, thought it not robbery to be equal with God:
7
GRK ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος,
KJV But made himself of no reputation, and took upon him the form of a servant, and was made in the likeness of men:
8
GRK καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ·
KJV And being found in fashion as a man, he humbled himself, and became obedient unto death, even the death of the cross.
9
GRK διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,
KJV Wherefore God also hath highly exalted him, and given him a name which is above every name:
10
GRK ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,
KJV That at the name of Jesus every knee should bow, of things in heaven, and things in earth, and things under the earth;
11
GRK καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.
KJV And that every tongue should confess that Jesus Christ is Lord, to the glory of God the Father.
12
GRK Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε·
KJV Wherefore, my beloved, as ye have always obeyed, not as in my presence only, but now much more in my absence, work out your own salvation with fear and trembling.
13
GRK ὁ θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.
KJV For it is God which worketh in you both to will and to do of his good pleasure.
14
GRK πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν,
KJV Do all things without murmurings and disputings:
15
GRK ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ,
KJV That ye may be blameless and harmless, the sons of God, without rebuke, in the midst of a crooked and perverse nation, among whom ye shine as lights in the world;
16
GRK λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα.
KJV Holding forth the word of life; that I may rejoice in the day of Christ, that I have not run in vain, neither laboured in vain.
17
GRK ἀλλ᾽ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν·
KJV Yea, and if I be offered upon the sacrifice and service of your faith, I joy, and rejoice with you all.
18
GRK τὸ δ᾽ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.
KJV For the same cause also do ye joy, and rejoice with me.
19
GRK Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν·
KJV But I trust in the Lord Jesus to send Timotheus shortly unto you, that I also may be of good comfort, when I know your state.
20
GRK οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει·
KJV For I have no man likeminded, who will naturally care for your state.
21
GRK οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ τοῦ Χριστοῦ· Ἰησοῦ
KJV For all seek their own, not the things which are Jesus Christ’s.
22
GRK τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον.
KJV But ye know the proof of him, that, as a son with the father, he hath served with me in the gospel.
23
GRK τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀπίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς·
KJV Him therefore I hope to send presently, so soon as I shall see how it will go with me.
24
GRK πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
KJV But I trust in the Lord that I also myself shall come shortly.
25
GRK Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς·
KJV Yet I supposed it necessary to send to you Epaphroditus, my brother, and companion in labour, and fellowsoldier, but your messenger, and he that ministered to my wants.
26
GRK ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν.
KJV For he longed after you all, and was full of heaviness, because that ye had heard that he had been sick.
27
GRK καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτῳ· ἀλλ᾽ ὁ θεὸς αὐτόν, ἠλέησεν οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπη σχῶ.
KJV For indeed he was sick nigh unto death: but God had mercy on him; and not on him only, but on me also, lest I should have sorrow upon sorrow.
28
GRK σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ.
KJV I sent him therefore the more carefully, that, when ye see him again, ye may rejoice, and that I may be the less sorrowful.
29
GRK προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε·
KJV Receive him therefore in the Lord with all gladness; and hold such in reputation:
30
GRK ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισεν παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.
KJV Because for the work of Christ he was nigh unto death, not regarding his life, to supply your lack of service toward me.